Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

24.4 Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος πλεύσας εἰς Κύζικον πᾶσαν τὴν δύναμιν ἐξεβίβασε καὶ τὴν πόλιν περιεστρατοπέδευσεν. παρεγενήθη δὲ καὶ Φαρνάβαζος μετὰ πολλῆς στρατιᾶς, μεθʼ οὗ πολιορκήσας Μίνδαρος εἷλε τὴν Κύζικον κατὰ κράτος.
35.2 ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
24.5 οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχθησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον. καὶ πρῶτον μὲν εἰς Ἐλεοῦντα παρεγένοντο· μετὰ δὲ ταῦτα ἐφιλοτιμήθησαν νυκτὸς τὴν τῶν Ἀβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηθῆναι τὸ πλῆθος τῶν νεῶν ὑπὸ τῶν πολεμίων.
58.3 τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
23.6 ἐπεὶ δʼ ἦλθον εἰς Προικόννησον, τὴν μὲν νύκτα κατηυλίσθησαν ἐν ταύτῃ, τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐπιβεβηκότας στρατιώτας διεβίβασαν εἰς τὴν τῶν Κυζικηνῶν χώραν, καὶ τῷ στρατηγοῦντι τούτων Χαιρέᾳ προσέταξαν ἄγειν τὸ στρατόπεδον ἐπὶ τὴν πόλιν.
58.4 αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme