Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

32.7 βιαζομένων δὲ τῶν Καρχηδονίων, τὰ πλήθη τῶν γυναικῶν καὶ παίδων ἔφευγον ἐπὶ τὰς οἰκίας, καὶ τούς τε λίθους καὶ τὰς κεραμίδας ἔβαλλον ἐπὶ τοὺς πολεμίους. ἐπὶ πολὺν δὲ χρόνον οἱ Καρχηδόνιοι κακῶς ἀπήλλαττον, οὔτε περιστῆναι δυνάμενοι τοὺς ἐν τοῖς στενωποῖς διὰ τοὺς τῶν οἰκιῶν τοίχους, οὔτʼ ἐπʼ ἴσης διαγωνίσασθαι διὰ τοὺς ἀπὸ τῶν στεγῶν βάλλοντας.
26.1 περὶ δὲ τῆς τῶν ἀδελφῶν τελευτῆς Εὐμήλου τε καὶ Σατύρου παραδέδονται χρησμοί, μικρὸν μὲν ἠλιθιώτεροι, πιστευόμενοι δὲ παρὰ τοῖς ἐγχωρίοις. τῷ μὲν γὰρ Σατύρῳ λέγουσι χρῆσαι τὸν θεὸν φυλάξασθαι τὸν μῦν μήποτʼ αὐτὸν ἀνέλῃ. διόπερ οὔτε δοῦλον οὔτʼ ἐλεύθερον τῶν τεταγμένων ὑφʼ ἑαυτὸν εἴα τοῦτʼ ἔχειν τοὔνομα· ἔπειτα δὲ τοὺς ἐν ταῖς οἰκίαις καὶ ταῖς ἀρούραις ἐφοβεῖτο μῦς καὶ τοῖς παισὶν ἀεὶ συνέταττε τούτους ἀποκτείνειν καὶ τὰς κοίτας ἐμπλάττειν. πάντα δʼ ἐνδεχομένως αὐτοῦ ποιοῦντος οἷς ᾤετο κατισχύσειν τὸ πεπρωμένον, κατέστρεψε τὸν βίον πληγεὶς τοῦ βραχίονος εἰς τὸν μῦν.
32.8 οὐ μὴν ἀλλὰ τοῦ κινδύνου μέχρι δείλης παρεκτείνοντος, τοῖς μὲν ἀπὸ τῶν οἰκιῶν ἀγωνιζομένοις ἐνέλιπε τὰ βέλη, τοῖς δὲ Καρχηδονίοις οἱ διαδεχόμενοι τοὺς κακοπαθοῦντας ἀκέραιοι διηγωνίζοντο. τέλος δὲ τῆς μὲν ἔνδον δυνάμεως ἀφαίρεσιν λαμβανούσης, τῶν δὲ πολεμίων ἀεὶ πλειόνων εἰς τὴν πόλιν ἐμπιπτόντων, ἐξεώσθησαν ἐκ τῶν στενωπῶν οἱ Σελινούντιοι.
26.2 τῷ δʼ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια. τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν. καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω.
57.1 διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς Ἕλλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα θεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος· οἱ μὲν γὰρ τὸ μέγεθος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφθαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme