Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

31.3 τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως ἐν Συρακούσσαις δειπνήσει.
34.4 αὕτη μὲν οὖν ἡ πόλις ἀπὸ τῆς κτίσεως οἰκηθεῖσα χρόνον ἐτῶν διακοσίων τεσσαράκοντα δύο ἑάλω. ὁ δὲ Ἀννίβας περιελὼν τὰ τείχη τῆς Σελινοῦντος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, ἐπιθυμῶν μάλιστα ταύτην κατασκάψαι τὴν πόλιν.
31.4 οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.
36.5 διὰ ταύτην γὰρ ὁ μὲν πατὴρ αὐτοῦ φυγὰς ἦν, ὁ δὲ προπάτωρ Ἀμίλκας πρὸς ταύτῃ καταστρατηγηθεὶς ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ μετʼ αὐτοῦ πεντεκαίδεκα μυριάδες στρατιωτῶν ἀνῃρέθησαν, ἄλλαι δὲ οὐκ ἐλάττους τούτων ᾐχμαλωτίσθησαν.
31.5 ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους. ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν.
36.6 ὑπὲρ ὧν σπεύδων τιμωρίαν λαβεῖν Ἀννίβας τέτρασι μυριάσιν οὐκ ἄπωθεν τῆς πόλεως ἐπί τινων λόφων κατεστρατοπέδευσε, τῇ δʼ ἄλλῃ δυνάμει πάσῃ περιεστρατοπέδευσε τὴν πόλιν, προσγενομένων ἄλλων παρά τε Σικελῶν καὶ Σικανῶν δισμυρίων στρατιωτῶν.
31.6 τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων. παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.
36.7 στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme