Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

61.2 διεδόθη δὲ καὶ φήμη τις κατὰ τὴν πόλιν, ὅτι Συρακόσιοι μὲν πανδημεὶ μετὰ τῶν συμμάχων πορεύονται τοῖς Ἱμεραίοις βοηθεῖν, Ἀννίβας δὲ μέλλοι τὰς ἐν Μοτύῃ τριήρεις πληροῦν τῶν κρατίστων ἀνδρῶν καὶ περιπλεύσας ἐπὶ Συρακούσας ἔρημον τὴν πόλιν τῶν ἀμυνομένων καταλαβέσθαι.
45.7 τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολύν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον. κατὰ δὲ τὸ μέγεθος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου.
61.3 διόπερ Διοκλῆς ὁ τῶν ἐν Ἱμέρᾳ στρατηγὸς συνεβούλευσε τοῖς ναυάρχοις τὴν ταχίστην ἐκπλεῖν εἰς Συρακούσας, ἵνα μὴ συμβῇ κατὰ κράτος ἁλῶναι τὴν πόλιν, ἀπόντων ἐν τῇ μάχῃ τῶν κρατίστων ἀνδρῶν.
71.8 φοροῦσι δʼ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίθοις διαφανέσι. καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παρʼ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπʼ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους.
61.4 διόπερ ἐφαίνετο συμφέρειν αὐτοῖς ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν ἡμίσεις εἰς τὰς τριήρεις ἐμβιβάσαι—ταύτας γὰρ κατακομιεῖν αὐτούς, μέχρι ἂν ἐκτὸς τῆς Ἱμεραίας γένωνται χώρας—, τοῖς δʼ ἡμίσεσι τηρεῖν, ἕως ἂν πάλιν αἱ τριήρεις ἐπιστρέψωσιν.
46.1 μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρʼ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. εὐωδία τε αὐτὴν πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα.
37.5 τῶν δʼ Ἱμεραίων σχετλιαζόντων μὲν ἐπὶ τοῖς λεγομένοις, οὐκ ἐχόντων δὲ ὃ πράξειαν ἕτερον, αἱ μὲν τριήρεις νυκτὸς ἐπληροῦντο κατὰ σπουδὴν ἀναμὶξ γυναικῶν τε καὶ παίδων, ἔτι δὲ τῶν ἄλλων σωμάτων, ἐπὶ τούτων ἀποπλεόντων ὡς ἐπὶ Μεσσήνην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme