Book 15
47.3
ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος· διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας. τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
38.6
ὁ δʼ Ἀννίβας εἰς τὰς μακρὰς ναῦς καὶ φορτηγοὺς ἐμβιβάσας τὴν δύναμιν, καὶ τοὺς ἱκανοὺς τοῖς συμμάχοις ἀπολιπὼν στρατιώτας, ἐξέπλευσεν ἐκ τῆς Σικελίας. ἐπεὶ δʼ εἰς Καρχηδόνα κατέπλευσε μετὰ πολλῶν λαφύρων, ἀπήντων αὐτῷ πάντες δεξιούμενοι καὶ τιμῶντες ὡς ἐν ὀλίγῳ χρόνῳ μείζονα πράξαντα τῶν πρότερον στρατηγῶν.
47.4
τοῦ δʼ ἔθνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σαβάς, ἐπʼ ὄρους ᾠκισμένη. βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς. μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.
63.1
εἰς δὲ τὴν Σικελίαν κατέπλευσεν Ἑρμοκράτης ὁ Συρακόσιος. οὗτος δʼ ἐν μὲν τῷ πρὸς Ἀθηναίους πολέμῳ στρατηγήσας καὶ πολλὰ τῇ πατρίδι χρήσιμος γενόμενος πλεῖστον ἴσχυσε παρὰ τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ναύαρχος πεμφθεὶς σὺν τριάκοντα πέντε τριήρεσι Λακεδαιμονίοις συμμαχήσων ὑπὸ τῶν ἀντιπολιτευομένων κατεστασιάσθη, καὶ φυγῆς μὲν ἐγενήθη κατάδικος, τὸν δὲ στόλον παρέδωκεν ἐν Πελοποννήσῳ τοῖς ἐπὶ τὴν διαδοχὴν ἀποσταλεῖσιν.
47.5
τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις. ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων.