Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

73.8 κατεσκευάκασιν. ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον. ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσθʼ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν.
63.5 παραπλησίως δὲ καὶ τὴν ἄλλην χώραν ἅπασαν τὴν ὑπὸ Καρχηδονίους οὖσαν πορθῶν ἐπαίνου παρὰ τοῖς Σικελιώταις ἐτύγχανεν. εὐθὺ δὲ καὶ τῶν Συρακοσίων οἱ πλεῖστοι μετεμελήθησαν,ἀναξίως τῆς ἰδίας ἀρετῆς ὁρῶντες πεφυγαδευμένον τὸν Ἑρμοκράτην.
73.9 νῆσοι δʼ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς θήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καθόλου κέρας. εἰς ταύτας δʼ ἔμποροι πάντοθεν καταπλέουσι, μάλιστα δʼ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ᾤκισε παρὰ τὸν Ἰνδὸν ποταμόν, ναύσταθμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν ὠκεανὸν παραλίου. περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσθησόμεθα τοῖς εἰρημένοις.
39.6 διὸ καὶ περὶ αὐτοῦ πολλῶν λόγων γινομένων ἐν ταῖς ἐκκλησίαις, ὁ μὲν δῆμος φανερὸς ἦν βουλόμενος καταδέχεσθαι τὸν ἄνδρα, ὁ δʼ Ἑρμοκράτης ἀκούων τὴν περὶ αὑτοῦ φήμην ἐν ταῖς Συρακούσαις παρεσκευάζετο πρὸς τὴν αὑτοῦ κάθοδον ἐπιμελῶς, εἰδὼς τοὺς ἀντιπολιτευομένους ἀντιπράξοντας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
48.1 περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον. θαυμασιώτατον μέν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις· ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατʼ ὀλίγον πλοϊζομένοις ἀθεωρήτους ὑπάρχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme