Book 15
43.5
ἤδη δὲ σχεδὸν πάσης τῆς δυνάμεως τῶν Ἀθηναίων παρεισπεπτωκυίας, ὅμως οὐ κατεπλάγησαν, ἀλλὰ πολὺν χρόνον ἀντιστάντες εὐρώστως τοὺς Ἀθηναίους ἠμύνοντο συναγωνιζομένων τῶν Βυζαντίων. καὶ πέρας οὐκ ἂν ἐκράτησαν Ἀθηναῖοι τῆς πόλεως διὰ μάχης, εἰ μὴ συννοήσας τὸν καιρὸν Ἀλκιβιάδης ἐκήρυξε μηδὲν ἀδίκημα ποιεῖν τοῖς Βυζαντίοις· οὕτω γὰρ οἱ πολιτικοὶ μεταβαλλόμενοι τοὺς Πελοποννησίους ἠμύνοντο.
62.6
ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.
43.6
ὅθεν οἱ πλεῖστοι μὲν αὐτῶν ἀνῃρέθησαν εὐγενῶς ἀγωνισάμενοι, οἱ δὲ περιλειφθέντες εἰς πεντακοσίους κατέφυγον πρὸς τοὺς ἐν τοῖς ἱεροῖς βωμούς.
39.7
ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.
43.7
οἱ δʼ Ἀθηναῖοι τοῖς μὲν Βυζαντίοις ἀπέδωκαν τὴν πόλιν, συμμάχους αὐτοὺς ποιησάμενοι, πρὸς δὲ τοὺς ἐπὶ τοῖς βωμοῖς ὄντας ἱκέτας ὁμολογίας ἔθεντο, τὰ μὲν ὅπλα παραλαβεῖν, τὰ δὲ σώματα εἰς Ἀθήνας κομίσαντες ἐπιτρέψαι τῷ δήμῳ περὶ αὐτῶν.
38.1
κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δʼ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις.
68.1
τοῦ δʼ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δʼ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος. περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον.