Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

63.2 οἱ δὲ Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν· ἐπεὶ δʼ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις.
44.2 μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι. ὡς δʼ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι· συνέδραμον δʼ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν.
63.3 καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστʼ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν. ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν ἄλλην στρατοπεδείαν τῶν πολεμίων.
44.3 εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους· ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆθος· εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας. πλεῖστοι δʼ ἐπὶ τὴν Ἀλκιβιάδου θέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωθῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευθέροις τῶν δούλων.
63.4 οἱ δὲ Καρχηδόνιοι τὴν ἐπίνοιαν αὐτοῦ κατανοήσαντες ἐξήγαγον τὴν στρατιὰν ἐκ τῆς παρεμβολῆς καὶ παρατάξαντες ἕτοιμοι πρὸς μάχην καθειστήκεισαν. ἐπεὶ δʼ ἑώρων τοὺς περὶ τὸν Ἀγαθοκλέα διαβαίνοντας ἤδη τὸν ποταμόν, συντεταγμένοι ἐνέβαλον καὶ περὶ τὸ ῥεῖθρον δυσπέρατον ὑπάρχον πολλοὺς τῶν ἐναντίων ἀνῄρουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme