Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

69.1 ἐπεὶ δʼ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες. ὁ δʼ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθʼ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατʼ ἐκείνου ψηφισμάτων.
40.2 ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἷοί τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὥρμησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον. ἐρήμου δʼ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν.
69.2 διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατʼ ἐκείνου κυρωθέντα· ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατʼ αὐτοῦ καθʼ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια.
40.3 ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν.
69.3 τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ. εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον.
40.4 ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δʼ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme