Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

70.8 κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον.
70.9 εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν. διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.
45.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου· παράγγελμα δʼ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου.
71.2 καταπλεύσαντος δʼ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
46.3 τῶν δʼ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων. τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δʼ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δʼ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ.
46.4 τῇ δʼ ὑστεραίᾳ πεμφθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme