Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

63.1 τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν.
54.6 ὁ γὰρ εἴσπλους ὑπὲρ οὗ διηγωνίζοντο λιμένα μὲν εἶχε καλόν, ἐκτὸς δὲ τῆς πόλεώς ἐστιν. ἡ μὲν γὰρ ἀρχαία πόλις μικρὰ νῆσός ἐστιν, ἡ δʼ ὕστερον προσοικισθεῖσα τῆς ἀντιπέραν ἐστὶ Λέσβου· ἀνὰ μέσον δʼ αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν.
63.2 ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον· ἔνιοι δέ, καθάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις·
54.7 ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τὴν δύναμιν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ πανταχόθεν προσβολὰς ἐποιεῖτο. καὶ τὰ μὲν κατὰ τὴν Μιτυλήνην ἐν τούτοις ἦν.
54.8 κατὰ δὲ Σικελίαν Συρακόσιοι πέμψαντες εἰς Καρχηδόνα πρέσβεις περί τε τοῦ πολέμου κατεμέμφοντο καὶ τὸ λοιπὸν ἠξίουν παύσασθαι τῆς διαφορᾶς. οἷς οἱ Καρχηδόνιοι τὰς ἀποκρίσεις ἀμφιβόλους δόντες, ἐν μὲν τῇ Λιβύῃ μεγάλας παρεσκευάζοντο δυνάμεις, ἐπιθυμοῦντες ἁπάσας τὰς ἐν τῇ νήσῳ πόλεις καταδουλώσασθαι· πρὶν ἢ δὲ τὰ στρατόπεδα διαβιβάζειν, καταλέξαντες τῶν πολιτῶν τινας καὶ τῶν ἄλλων Λιβύων τοὺς βουλομένους ἔκτισαν ἐν τῇ Σικελίᾳ πρὸς αὐτοῖς τοῖς θερμοῖς ὕδασι πόλιν, ὀνομάσαντες Θέρμα.
80.1 τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος. περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσθαι· ἑλόμενοι δὲ στρατηγὸν Ἀννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν Ἱμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme