Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

50.8 ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδʼ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.
80.2 παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν Ἰμίλκωνα τὸν Ἄννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας. οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς Ἰβηρίαν, τοὺς δʼ εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι ξενολογεῖν ὡς πλείστους.
49.1 Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν. κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους.
80.3 αὐτοὶ δʼ ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους. μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐθνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη.
49.2 εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δʼ ἦν ἡ μεγίστη πεντήρης, ἡ δʼ ἐλαχίστη τετρήρης· στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων,
80.4 ἐκ δὲ τῆς Ἰταλίας μισθωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην· ᾔδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δʼ ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχθησομένους.
49.3 ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων. οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα· ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme