Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

60.4 διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα· ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες. οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.
80.6 ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων.
60.5 Ἰμίλκας δὲ καὶ Ἀννίβας οἱ τῶν Καρχηδονίων στρατηγοὶ διασκεψάμενοι τὰ τείχη, καὶ καθʼ ἕνα τόπον θεωροῦντες εὐέφοδον οὖσαν τὴν πόλιν, δύο πύργους προσήγαγον τοῖς τείχεσιν ὑπερμεγέθεις. τὴν μὲν οὖν πρώτην ἡμέραν ἐπὶ τούτων τειχομαχήσαντες καὶ συχνοὺς ἀνελόντες ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς μαχομένους· τῆς δὲ νυκτὸς ἐπιγενομένης οἱ κατὰ τὴν πόλιν ἐπεξελθόντες ἐνεπύρισαν τὰς μηχανάς.
80.7 ὅπερ καὶ συνέβη γενέσθαι· ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτʼ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρʼ ἀνθρώποις ὁσίων.
61.1 οἱ δὲ περὶ τὸν Ἀννίβαν σπεύδοντες κατὰ πλείονα μέρη τὰς προσβολὰς ποιεῖσθαι, παρήγγειλαν τοῖς στρατιώταις καθαιρεῖν τὰ μνήματα καὶ χώματα κατασκευάζειν μέχρι τῶν τειχῶν. ταχὺ δὲ τῶν ἔργων διὰ τὴν πολυχειρίαν συντελουμένων ἐνέπεσεν εἰς τὸ στρατόπεδον πολλὴ δεισιδαιμονία.
55.1 ὁ δʼ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme