Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

57.3 οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας ἐλπίδας· Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων.
62.4 εὐθὺ δὲ καὶ τῶν ἐκ τῆς πόλεως στρατιωτῶν ἐπιμιχθέντων καὶ τοῦ Δεξίππου συγκαταβάντος αὐτοῖς, ἀπὸ συνδρομῆς εἰς ἐκκλησίαν τὰ πλήθη συνῆλθεν· πάντων δʼ ἀγανακτούντων ἐπὶ τῷ παρεῖσθαι τὸν καιρὸν καὶ κεκρατηκότας τῶν βαρβάρων τὴν προσήκουσαν τιμωρίαν παρʼ αὐτῶν μὴ λαβεῖν, ἀλλὰ δυναμένους τοὺς ἐκ τῆς πόλεως στρατηγοὺς ἐπεξελθεῖν καὶ διαφθεῖραι τὴν τῶν πολεμίων δύναμιν ἀφεικέναι τοσαύτας μυριάδας·
82.4 μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν· τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δʼ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme