Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 16

79.5 τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοθείσης εἰς τοὺς ὁμοεθνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι’ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχθὲν ποιήσειν ἐπαγγείλασθαι, τὴν δὲ βασίλισσαν Μύριναν ἐπιεικῶς αὐτοῖς προσενεχθεῖσαν φιλίαν τε συνθέσθαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι· κατοικίσαι δʼ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον.
53.6 μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῇ καὶ τιμὰς ἀξιολόγους κοινῇ ψηφισαμένων, ἀποδέξασθαί τε τὴν φιλανθρωπίαν αὐτῶν καὶ προσεπαγγείλασθαι τὸ ἔθνος εὐεργετήσειν.
53.7 τῶν δʼ ἐγχωρίων πεπολεμημένων πολλάκις ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος, φασὶν ἀξιωθεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων. ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσθαι καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχθεισῶν παμπληθεῖς, ζωγρῆσαι δʼ οὐκ ἐλάττους τρισχιλίων· τῶν δʼ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσθαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔθνος, οὐ δυνηθεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελθεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας.
55.1 τῶν δʼ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥᾳθυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιθεμένας τὰς αἰχμαλωτίδας, σπασαμένας τὰ ξίφη τῶν δοκουσῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν· τέλος δὲ τοῦ πλήθους αὐτὰς πανταχόθεν περιχυθέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι.
55.2 τὴν δὲ Μύριναν θάψασαν τὰς ἀναιρεθείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme