Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

102.4 ἡμεῖς δὲ τὴν ἐναντίαν τούτοις κρίσιν ἔχοντες, καὶ τὸν ἐκ τῆς ἀναγραφῆς πόνον ὑποστάντες, τὴν πᾶσαν ἐπιμέλειαν ἐποιησάμεθα τῆς ἀρχαιολογίας. μέγισται γὰρ καὶ πλεῖσται συνετελέσθησαν πράξεις ὑπὸ τῶν ἡρώων τε καὶ ἡμιθέων καὶ πολλῶν ἄλλων ἀνδρῶν ἀγαθῶν· ὧν διὰ τὰς κοινὰς εὐεργεσίας οἱ μεταγενέστεροι τοὺς μὲν ἰσοθέοις, τοὺς δʼ ἡρωικαῖς θυσίαις ἐτίμησαν, πάντας δʼ ὁ τῆς ἱστορίας λόγος τοῖς καθήκουσιν ἐπαίνοις εἰς τὸν αἰῶνα καθύμνησεν.
90.4 ὁ δʼ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν. ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτʼ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν.
96.1 εὐθὺ γὰρ τοὺς χρημάτων μὲν ἐνδεεῖς, τῇ δὲ ψυχῇ θρασεῖς ἐπιλέξας, ὑπὲρ τοὺς χιλίους, ὅπλοις τε πολυτελέσι καθώπλισε καὶ ταῖς μεγίσταις ἐπαγγελίαις ἐμετεώρισε, τοὺς δὲ μισθοφόρους ἀνακαλούμενος καὶ φιλανθρώποις λόγοις χρώμενος ἰδίους κατεσκεύαζεν. μετετίθει δὲ καὶ τὰς τάξεις, τοῖς πιστοτάτοις τὰς ἡγεμονίας παραδιδούς, καὶ Δέξιππον τὸν Λακεδαιμόνιον ἀπέλυσεν εἰς τὴν Ἑλλάδα· ὑφεωρᾶτο γὰρ τὸν ἄνδρα τοῦτον, μὴ καιροῦ λαμβανόμενος ἀνακτήσηται τοῖς Συρακοσίοις τὴν ἐλευθερίαν.
102.5 ἐν μὲν οὖν ταῖς πρὸ ταύτης βίβλοις τρισὶν ἀνεγράψαμεν τὰς παρὰ τοῖς ἄλλοις ἔθνεσι μυθολογουμένας πράξεις καὶ τὰ περὶ θεῶν παρʼ αὐτοῖς ἱστορούμενα, πρὸς δὲ τούτοις τὰς τοποθεσίας τῆς παρʼ ἑκάστοις χώρας καὶ τὰ φυόμενα παρʼ αὐτοῖς θηρία καὶ τἄλλα ζῷα καὶ καθόλου πάντα τὰ μνήμης %5ἄξια καὶ παραδοξολογούμενα διεξιόντες, ἐν ταύτῃ δὲ τὰ παρὰ τοῖς Ἕλλησιν ἱστορούμενα κατὰ τοὺς ἀρχαίους χρόνους περὶ τῶν ἐπιφανεστάτων ἡρώων τε καὶ ἡμιθέων καὶ καθόλου τῶν κατὰ πόλεμον ἀξιόλογόν τι κατειργασμένων, ὁμοίως δὲ καὶ τῶν ἐν εἰρήνῃ τι χρήσιμον πρὸς τὸν κοινὸν βίον εὑρόντων ἢ νομοθετησάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme