Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

67.4 διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων. οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν· ἐφʼ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς
75.4 ὁ δὲ Καλλικρατίδας ἀνήχθη τὸ μὲν δεξιὸν μέρος αὐτὸς ἔχων, τὸ δʼ εὐώνυμον παρέδωκε Βοιωτοῖς, ὧν Θρασώνδας ὁ Θηβαῖος τὴν ἡγεμονίαν ἔσχεν. οὐ δυνάμενος δὲ τὴν τάξιν ἐξισῶσαι τοῖς πολεμίοις διὰ τὸ τὰς νήσους πολὺν ἐπέχειν τόπον, διείλατο τὴν δύναμιν, καὶ δύο ποιήσας στόλους πρὸς ἑκάτερον μέρος δίχα διηγωνίζετο.
69.1 φυλακήν. ἀναρχίας οὖν γενομένης ἐν τῷ στρατοπέδῳ θόρυβος ἦν καὶ ταραχὴ καὶ τῆς νυκτὸς ἐπιλαβούσης διεδόθη λόγος ὡς πλησίον εἰσὶν οἱ πολέμιοι. ἐμπεσούσης δὲ πτόης καὶ φόβου πανικοῦ διεσκευασμένος ἕκαστος προῆγεν ἐκ τῆς παρεμβολῆς οὐδενὸς παραγγέλλοντος.
75.5 διὸ καὶ παρείχετο μεγάλην κατάπληξιν πολλαχῇ τοῖς θεωμένοις, ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων, τῶν δὲ νεῶν συνηθροισμένων εἰς ἕνα τόπον οὐ πολλαῖς ἐλάττω τῶν τριακοσίων· μεγίστη γὰρ αὕτη μνημονεύεται ναυμαχία γεγενημένη Ἕλλησι πρὸς Ἕλληνας.
69.2 καθʼ ὃν δὴ χρόνον οἱ τὸν δυνάστην παραφυλάττοντες οὐχ ἧττον τῶν ἄλλων ἐκπεπληγμένοι καὶ δόξαντες ὑπό τινων καλεῖσθαι ταχέως ἐξῆγον τὸν Ἀγαθοκλέα διειλημμένον δεσμοῖς.
99.1 ἅμα δʼ οἵ τε ναύαρχοι τοῖς σαλπιγκταῖς παρεκελεύοντο σημαίνειν καὶ τὸ παρʼ ἑκατέροις πλῆθος ἐναλλὰξ ἐπαλαλάζον ἐξαίσιον ἐποίει βοήν· πάντες δὲ μετὰ σπουδῆς ἐλαύνοντες τὸ ῥόθιον ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου σπεύδοντος πρώτου κατάρξασθαι τῆς μάχης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme