Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

69.3 τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι. ὁ δὲ λυθεὶς καὶ μετʼ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος. οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δʼ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα.
76.2 ἔμπειροί τε γὰρ ἦσαν τῶν κινδύνων οἱ πλεῖστοι διὰ τὸ μῆκος τοῦ πολέμου καὶ σπουδὴν ἀνυπέρβλητον εἰσεφέροντο διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηθροῖσθαι· πάντες γὰρ ὑπελάμβανον τοὺς ταύτῃ τῇ μάχῃ νικήσαντας πέρας ἐπιθήσειν τῷ πολέμῳ.
69.4 τῶν μὲν οὖν στρατιωτῶν οἱ πλείους ἐμμείναντες ταῖς συνθήκαις ἔτυχον τῶν ὁμολογηθέντων· ὅσοι δὲ τὰς πόλεις διακατέχοντες ἀντεῖχον ταῖς παρʼ Ἀγαθοκλέους ἐλπίσιν, ἐξεπολιορκήθησαν κατὰ κράτος.
73.3 οὐ μὴν ἀλλʼ ὁ Καλλικρατίδας ἀκηκοὼς τοῦ μάντεως τὴν περὶ αὐτὸν ἐσομένην τελευτήν, ἔσπευδεν ἐπιφανέστατον ἑαυτῷ περιποιήσασθαι θάνατον. διόπερ πρῶτος ἐπὶ τὴν Λυσίου τοῦ στρατηγοῦ ναῦν ἐπιπλεύσας, καὶ σὺν ταῖς ἅμα πλεούσαις τριήρεσιν ἐξ ἐφόδου τρώσας, κατέδυσε· τῶν δʼ ἄλλων τὰς μὲν τοῖς ἐμβόλοις τύπτων ἄπλους ἐποίει, τῶν δὲ τοὺς ταρσοὺς παρασύρων ἀχρήστους ἀπετέλει πρὸς τὴν μάχην.
68.5 ὧν οἱ Καρχηδόνιοι τοὺς μὲν ἡγεμόνας ἀνεσταύρωσαν, τοὺς δʼ ἄλλους δήσαντες πέδαις, ἣν διὰ τὸν πόλεμον ἐξηγρίωσαν χώραν, ἐξηνάγκαζον τοὶς ἰδίοις πόνοις πάλιν ἐξημεροῦν. Καρχηδόνιοι μὲν οὖν ἔτος τέταρτον πολεμούμενοι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν ἐλευθερίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme