Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

96.1 ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ διʼ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι.
78.8 οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔθος μὴ θέλοντες καταλύειν, Ἄρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου. οὗτοι μὲν ἐκπεμφθέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤθροιζον ὅσας ἠδύναντο πλείστας.
96.2 ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθʼ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι.
101.1 Ἀθηναῖοι δὲ πυθόμενοι τὴν ἐν ταῖς Ἀργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπῄνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέθησαν.
96.3 πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων
79.2 Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυθότων εἰς Ἀθήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήθη περὶ τῶν τελευτησάντων, ἀπέστειλαν κατʼ αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσθαι τοὺς τελευτήσαντας· ὅπερ μάλιστʼ αὐτοῖς αἴτιον ἐγενήθη τῶν κακῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme