Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 17

73.3 τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο·
73.4 ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι.
73.5 διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθʼ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ.
100.6 πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς.
100.7 καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.
77.1 ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme