Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

10.1 μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας. διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δι’ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον. τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο.
5 Ἀπολλόδωρος δʼ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρʼ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.
10.2 μετὰ δὲ ταῦτα ὁ μὲν Ἀμφιτρύων φυγαδευθεὶς ἐκ Τίρυνθος μετῴκησεν εἰς Θήβας· ὁ δʼ Ἡρακλῆς τραφεὶς καὶ παιδευθεὶς καὶ μάλιστʼ ἐν τοῖς γυμνασίοις διαπονηθεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὤν πρῶτον μὲν ἠλευθέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας.
3.1 τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Ἀλεξίας, ἐν δὲ τῇ Ῥώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάθησαν, Γάιος Ἰούλιος, Πούπλιος Κορνήλιος, Γάιος Σερουίλιος. τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Ἀθηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσθαι τῶν δυνάμεων.
110.3 ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον· τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεθʼ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
3.2 ὃς ἐπεὶ κατέπλευσε πρὸς Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. τούτων εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δʼ ἄλλαις ἁπάσαις ἀνήχθησαν εἰς Ἑλλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme