Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

8.7 ὁμοίως δὲ τούτοις Ἀθηναῖοι τὴν Σάμον κατακεκληρουχηκότες οὐδαμῶς τὴν νῆσον ταύτην προΐεντο. οὐκ ὄντες δʼ ἀξιόμαχοι ταῖς τούτου δυνάμεσι κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἦγον, ἐπιτηροῦντες καιρὸν
9.1 εὔθετον, ὃν ἡ τύχη ταχέως αὐτοῖς παρεσκεύασε· μετʼ ὀλίγον γὰρ τελευτήσαντος Ἀλεξάνδρου καὶ τῆς βασιλείας υἱοὺς διαδόχους οὐκ ἔχοντος ἐτόλμησαν ἀντιλαβέσθαι τῆς ἐλευθερίας καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἡγεμονίας. ἀφορμὰς δὲ ἔσχον εἰς τὸν πόλεμον τό τε πλῆθος τῶν καταλειφθέντων ὑφʼ Ἁρπάλου χρημάτων, περὶ ὧν τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ διήλθομεν, ὁμοίως δὲ καὶ τοὺς κατὰ τὴν Ἀσίαν ἀμίσθους γενομένους ὑπὸ τῶν σατραπῶν μισθοφόρους, ὄντας μὲν ὀκτακισχιλίους, διατρίβοντας δὲ περὶ Ταίναρον τῆς Πελοποννήσου.
9.2 διὸ καὶ τούτους προσέταξαν ἐν ἀπορρήτοις Λεωσθένει τῷ Ἀθηναίῳ τὸ μὲν πρῶτον ἀναλαβεῖν αὐτοὺς ὡς ἰδιοπραγοῦντα χωρὶς τῆς τοῦ δήμου γνώμης, ὅπως ὁ μὲν Ἀντίπατρος ῥᾳθυμότερον διατεθῇ πρὸς τὰς παρασκευὰς, καταφρονῶν τοῦ Λεωσθένους, οἱ δʼ Ἀθηναῖοι σχολὴν λάβωσι καὶ χρόνον προκατασκευάσαι τι τῶν εἰς τὸν πόλεμον χρησίμων.
9.3 διὸ καὶ Λεωσθένης μετὰ πολλῆς ἡσυχίας μισθωσάμενος τοὺς προειρημένους παραδόξως ἑτοίμην ἔσχε πρὸς τὰς πράξεις ἀξιόλογον δύναμιν· ἐστρατευμένοι γὰρ κατὰ τὴν Ἀσίαν πολὺν χρόνον καὶ πολλῶν καὶ μεγάλων ἀγώνων μετεσχηκότες ἀθληταὶ τῶν κατὰ πόλεμον ἔργων ἐγεγένηντο.
9.4 ταῦτα μὲν οὖν οὕτως ἐπράττετο μήπω καλῶς ἐγνωσμένης τῆς Ἀλεξάνδρου τελευτῆς· ἐπεὶ δέ τινες ἐκ Βαβυλῶνος ἧκον αὐτόπται γεγονότες τῆς τοῦ βασιλέως μεταλλαγῆς, τότε φανερῶς ὁ δῆμος ἀπεκαλύψατο πρὸς τὸν πόλεμον καὶ τῶν μὲν Ἁρπάλου χρημάτων μέρος ἐξέπεμψε τῷ Λεωσθένει καὶ πανοπλίας οὐκ ὀλίγας καὶ παρήγγειλε μηκέτι παρακρύπτειν, ἀλλὰ φανερῶς πράττειν τι τῶν συμφερόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme