Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

4.8 μετὰ δὲ ταῦτʼ ἐπὶ τὴν Ἀττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν Ἀθηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν.
111.3 καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα. οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης. διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.
105.1 οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ πυθόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπʼ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα.
111.4 ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε. τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.
105.2 εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτʼ ἐπιπλέοντες τοῖς πολεμίοις καθʼ ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν Ἀθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις.
111.5 δεύτερον δʼ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο. τούτων δʼ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος· δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον· τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme