Book 18
15.2
εἶχον δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους καὶ δισχιλίους· οἱ γὰρ Αἰτωλοὶ πάντες προαπηλλαχότες ἦσαν εἰς τὴν οἰκείαν καὶ τῶν ἄλλων Ἑλλήνων οὐκ ὀλίγοι κατʼ ἐκεῖνον τὸν καιρὸν ὑπῆρχον εἰς τὰς πατρίδας κεχωρισμένοι· ἱππεῖς δὲ συνεστρατεύοντο πλείους τῶν τρισχιλίων καὶ πεντακοσίων, ὧν ἦσαν Θετταλοὶ δισχίλιοι διάφοροι ταῖς ἀρεταῖς, ἐν οἷς εἶχον μάλιστα τὰς τῆς νίκης ἐλπίδας.
15.3
γενομένης δʼ ἱππομαχίας ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον καὶ τῶν Θετταλῶν διὰ τὰς ἀρετὰς ἐπικρατούντων ὁ μὲν Λεοννάτος λαμπρῶς ἀγωνισάμενος καὶ διακλεισθεὶς εἰς τόπον τελματώδη τοῖς ὅλοις ἠλαττοῦτο, πολλοῖς δὲ τραύμασι περιπεσὼν καὶ τελευτήσας ὑπὸ τῶν ἰδίων ἤρθη καὶ πρὸς τὴν ἀποσκευὴν ἀπηνέχθη τετελευτηκώς·
15.4
τῇ δʼ ἱππομαχίᾳ λαμπρῶς τῶν Ἑλλήνων νενικηκότων Μένωνος ἱππαρχοῦντος τοῦ Θετταλοῦ, εὐθὺς ἡ τῶν Μακεδόνων φάλαγξ φοβουμένη τοὺς ἱππεῖς ἀπεχώρησεν ἐκ τοῦ πεδίου πρὸς τὰς ὑπερκειμένας δυσχωρίας καὶ τῇ τῶν τόπων ὀχυρότητι τὴν ἀσφάλειαν περιεποιήσατο. τῶν δὲ Θετταλῶν ἱππέων προσμαχομένων καὶ διὰ τὴν δυσχωρίαν ἀπράκτων γινομένων οἱ μὲν Ἕλληνες τρόπαιον στήσαντες καὶ τῶν νεκρῶν κυριεύσαντες ἀπηλλάγησαν ἐκ τῆς μάχης,
15.5
τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.
15.6
οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
15.7
Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.
15.8
τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα. τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.