Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

17.7 πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν· οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι. τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν. διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.
17.8 διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον. οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.
18.1 Ἀντίπατρος δὲ διὰ ταύτης τῆς στρατηγίας διαλύσας τὸ σύστημα τῶν Ἑλλήνων ἤγαγε τὴν δύναμιν πᾶσαν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ δῆμος ἐρημωθεὶς τῆς τῶν συμμάχων βοηθείας ἐν ἀπορίᾳ πολλῇ καθειστήκει· πάντων δὲ καταφερομένων ἐπὶ τὸν Δημάδην καὶ βοώντων τοῦτον ἐκπέμπειν πρεσβευτὴν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς εἰρήνης οὗτος μὲν καλούμενος σύμβουλος οὐχ ὑπήκουσεν·
18.2 ἦν γὰρ τρὶς ἡλωκὼς παρανόμων καὶ διὰ τοῦτο γεγονὼς ἄτιμος καὶ κωλυόμενος ὑπὸ τῶν νόμων συμβουλεύειν· ἀπολαβὼν δὲ τὴν ἐπιτιμίαν ὑπὸ τοῦ δήμου παραχρῆμα ἐξεπέμφθη πρεσβευτὴς μετὰ Φωκίωνος καί τινων ἑτέρων.
18.3 τοῦ δʼ Ἀντιπάτρου διακούσαντος τῶν λόγων καὶ δόντος ἀπόκρισιν ὡς ἄλλως οὐ μὴ συλλύσηται τὸν πρὸς Ἀθηναίους πόλεμον, ἐὰν μὴ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψωσιν αὐτῷ ʽκαὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνησʼ ὁ δῆμος οὐκ ὢν ἀξιόμαχος ἠναγκάσθη τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν πᾶσαν Ἀντιπάτρῳ δοῦναι περὶ τῆς πόλεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme