Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

20.3 τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, τῷ μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.
20.4 τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν. καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.
20.5 ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.
20.6 ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.
20.7 οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι. οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις. ἐπιγενομένου δὲ μεγάλου πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.
21.1 ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.
21.2 τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme