Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

3.3 ὁ δʼ Ἡρακλῆς ἀκολούθως ταῖς προκατειργασμέναις πράξεσι τεθαρρηκότως ὑπέστη τοὺς κινδύνους. καὶ τὰς μὲν δυνάμεις ἤθροισεν εἰς Κρήτην, κεκρικὼς ἐκ ταύτης ποιεῖσθαι τὴν ὁρμήν· σφόδρα γὰρ εὐφυῶς ἡ νῆσος αὕτη κεῖται πρὸς τὰς ἐφʼ ὅλην τὴν οἰκουμένην στρατείας. πρὸ δὲ τῆς ἀναγωγῆς τιμηθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγαλοπρεπῶς, καὶ βουλόμενος τοῖς Κρησὶ χαρίσασθαι, καθαρὰν ἐποίησε τὴν νῆσον τῶν θηρίων. διόπερ ἐν τοῖς ὕστερον χρόνοις οὐδὲν ἔτι τῶν ἀγρίων ζῴων ὑπῆρχεν ἐν τῇ νήσῳ, οἷον ἄρκτων, λύκων, ὄφεων ἢ τῶν ἄλλων τῶν τοιούτων. ταῦτα δʼ ἔπραξεν ἀποσεμνύνων τὴν νῆσον, ἐν ᾗ μυθολογοῦσι καὶ γενέσθαι καὶ τραφῆναι τὸν Δία.
105.4 διὰ δὲ τούτων ἐκκαλεσάμενοι τὰς ἁπάντων προθυμίας εἰς τὸ τοὺς κινδύνους ὑπομένειν εὐψύχως, ἐποιήσαντο καὶ τῶν ἄλλων τὴν ἐνδεχομένην παρασκευήν. ὁμονοοῦντος γὰρ τοῦ πλήθους οἱ μὲν εὔποροι χρήματʼ εἰσέφερον, οἱ δὲ τεχνῖται τὰς αὑτῶν ἐπιστήμας παρείχοντο πρὸς τὴν τῶν ὅπλων κατασκευήν, ἅπας δʼ ἦν ἐνεργός, τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ὑπερθέσθαι σπεύδων.
109.3 ἔσπευδε γὰρ μὴ διασπᾶν τὴν στρατιάν, ἀλλʼ ἐκ τοῦ αὐτοῦ τόπου τὴν ὁρμὴν ποιούμενος κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἀγωνίζεσθαι· τοῖς μὲν γὰρ ψιλοῖς ἠγωνίζετο καὶ τὴν χώραν οὐκ εἴα προνομεύεσθαι, τοῖς δʼ ἱππεῦσι καὶ ταῖς ναυσὶν ἐπειρᾶτο τὰς ἀγορὰς ἀφαιρεῖσθαι τὰς κομιζομένας τοῖς Καρχηδονίοις ἐκ τῆς ἰδίας ἐπικρατείας.
3.4 ποιησάμενος οὖν τὸν ἐκ ταύτης πλοῦν κατῆρεν εἰς τὴν Λιβύην, καὶ πρῶτον μὲν Ἀνταῖον τὸν ῥώμῃ σώματος καὶ παλαίστρας ἐμπειρίᾳ διαβεβοημένον καὶ τοὺς ὑπʼ αὐτοῦ καταπαλαισθέντας ξένους ἀποκτείναντα προκαλεσάμενος εἰς μάχην καὶ συμπλακεὶς διέφθειρεν. ἀκολούθως δὲ τούτοις τὴν μὲν Λιβύην πλήθουσαν ἀγρίων ζῴων, πολλὰ τῶν κατὰ τὴν ἔρημον χώραν χειρωσάμενος, ἐξημέρωσεν, ὥστε καὶ γεωργίαις καὶ ταῖς ἄλλαις φυτείαις ταῖς τοὺς καρποὺς παρασκευαζούσαις πληρωθῆναι πολλὴν μὲν ἀμπελόφυτον χώραν, πολλὴν δʼ ἐλαιοφόρον· καθόλου δὲ τὴν Λιβύην διὰ τὸ πλῆθος τῶν κατὰ τὴν χώραν θηρίων ἀοίκητον πρότερον οὖσαν ἐξημερώσας ἐποίησε μηδεμιᾶς χώρας εὐδαιμονίᾳ λείπεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme