Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

1.3 ὁμοίως δὲ καὶ κατὰ τοὺς νεωτέρους χρόνους ἐπὶ πολλῶν καταστρεφόντων τὸν βίον ἱστορεῖται γεγονέναι τὸ προειρημένον καὶ μάλιστα ἐπὶ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς.
1.4 οὗτος γὰρ ἐν Βαβυλῶνι μεταλλάττων τὸν βίον, κατὰ τὴν ἐσχάτην ἀναπνοὴν ἐρωτηθεὶς ὑπὸ τῶν φίλων τίνι τὴν βασιλείαν ἀπολείπει, εἶπεν Τῷ ἀρίστῳ· προορῶμαι γὰρ ἐπιτάφιον μέγαν ἀγῶνα γενησόμενόν μοι τῶν φίλων.
1.5 ὅπερ καὶ πρὸς ἀλήθειαν ἐξέβη· οἱ γὰρ ἐπιφανέστατοι τῶν φίλων ὑπὲρ τοῦ πρωτείου διενεχθέντες πολλοὺς πολέμους καὶ μεγάλους ἀγῶνας συνεστήσαντο μετὰ τὴν Ἀλεξάνδρου τελευτήν. τὰς δὲ συντελεσθείσας ὑπʼ αὐτῶν πράξεις ἡ βύβλος αὕτη περιέχουσα ποιήσει φανερὸν τὸ ῥηθὲν τοῖς φιλαναγνωστοῦσιν.
1.6 ἡ μὲν γὰρ πρὸ ταύτης συντελεσθεῖσα βύβλος τὰς Ἀλεξάνδρου πράξεις ἁπάσας περιείληφε μέχρι τῆς τελευτῆς· αὕτη δὲ τὰ τοῖς διαδεξαμένοις τὴν τούτου βασιλείαν πεπραγμένα περιέχουσα τελευτὴν μὲν ἔχει τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους τυραννίδος, περιείληφεν δʼ ἔτη ἑπτά.
2.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Φρούριον καὶ Δέκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Ἀλεξάνδρου τοῦ βασιλέως τετελευτηκότος ἄπαιδος ἀναρχία καὶ πολλὴ στάσις ἐγένετο περὶ τῆς ἡγεμονίας.
2.2 ἡ μὲν γὰρ τῶν πεζῶν φάλαγξ Ἀρριδαῖον τὸν Φιλίππου μὲν υἱόν, ψυχικοῖς δὲ πάθεσι συνεχόμενον ἀνιάτοις προῆγεν ἐπὶ τὴν βασιλείαν· οἱ δὲ μέγιστον ἔχοντες ἀξίωμα τῶν φίλων καὶ σωματοφυλάκων συνεδρεύσαντες καὶ προσλαβόμενοι τὸ τῶν ἱππέων τῶν ἑταίρων ὀνομαζομένων σύστημα τὸ μὲν πρῶτον διαγωνίζεσθαι τοῖς ὅπλοις πρὸς τὴν φάλαγγα διέγνωσαν καὶ πρέσβεις ἀπέστειλαν πρὸς τοὺς πεζοὺς ἐκ τῶν ἀξίωμα ἐχόντων ἀνδρῶν, ὧν ἦν ἐπιφανέστατος Μελέαγρος, ἀξιοῦντες πειθαρχεῖν αὐτοῖς.
2.3 ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας, τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων. διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme