Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

29.4 τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ. καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·
29.5 ὁ γὰρ Εὐμενὴς νικήσας καὶ πολλοὺς ἀνελὼν τὸ λοιπόν τε πλῆθος τῶν στρατιωτῶν προσηγάγετο καὶ τὴν δύναμιν τὴν ἰδίαν οὐ μόνον διὰ τῆς νίκης ἐπηύξησεν, ἀλλὰ καὶ προσλαβόμενος Μακεδόνων ἀγαθῶν ἀνδρῶν πλῆθος.
29.6 Νεοπτόλεμος πτόλεμος μὲν οὖν μετὰ τριακοσίων ἱππέων διασωθεὶς ἐκ τῆς παρατάξεως ἀφίππευσε μετὰ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον·
29.7 οὗτοι δὲ συνεδρεύσαντες περὶ τοῦ πολέμου διέγνωσαν τὰς δυνάμεις εἰς δύο μέρη διελεῖν καὶ τὸ μὲν ἕτερον Ἀντίπατρον ἀναλαβόντα προάγειν ἐπὶ Κιλικίας, διαπολεμήσοντα πρὸς Περδίκκαν, τὸ δὲ ἄλλο μέρος ἔχοντα Κρατερὸν ἐπιβαλεῖν τοῖς περὶ τὸν Εὐμενῆ καὶ τούτους καταπολεμήσαντα καταντᾶν πρὸς Ἀντίπατρον, ὅπως εἰς ταὐτὸ συναχθεισῶν τῶν δυνάμεων καὶ τοῦ Πτολεμαίου προσληφθέντος εἰς τὴν συμμαχίαν δυνατοὶ γένωνται περιγενέσθαι τῶν βασιλικῶν δυνάμεων.
30.1 Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπʼ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν· τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, διʼ ὧν ἤλπιζε κρατήσειν τῶν ἐναντίων.
30.2 ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, ὁ μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι τῶν πολεμίων πάσας τὰς ἀποσκευάς.
30.3 πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
30.4 εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme