Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

33.3 καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως, ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας, πρὸς δὲ τούτοις διειληφὼς πάντας τοὺς ἐπικαιροτάτους Αἰγύπτου τόπους φυλακαῖς ἀξιολόγοις καὶ βέλεσι παντοδαποῖς καὶ τοῖς ἄλλοις ἅπασιν εὖ κατεσκευασμένος.
33.4 διὸ καὶ κατὰ τὰς ἐπιβολὰς κατὰ τὸ πλεῖστον ἐπλεονέκτει, πολλοὺς ἔχων εὐνοοῦντας καὶ προθύμως διακινδυνεύοντας.
33.5 ὁ δʼ οὖν Περδίκκας διορθούμενος τὰς ἐλαττώσεις συνήγαγε τοὺς ἡγεμόνας καὶ τοὺς μὲν δωρεαῖς, τοὺς δʼ ἐπαγγελίαις μεγάλαις, πάντας δὲ φιλανθρώποις ὁμιλίαις ἐξιδιοποιησάμενος προετρέψατο πρὸς τοὺς ἐπιφερομένους κινδύνους. παραγγείλας δὲ ἑτοίμους εἶναι πρὸς ἀναζυγὴν ὥρμησε μετὰ τῆς δυνάμεως ἀφʼ ἑσπέρας, οὐδενὶ δηλώσας τὸν τόπον εἰς ὃν διεγνωκὼς ἦν καταντᾶν.
33.6 τὴν δὲ νύκτα πᾶσαν ὁδοιπορήσας ἐν τάχει κατεστρατοπέδευσε παρὰ τὸν Νεῖλον πλησίον φρουρίου τινος ὃ προσηγορεύετο Καμήλων τεῖχος. διαφαινούσης δὲ τῆς ἡμέρας διεβίβαζε τὴν δύναμιν ἡγουμένων τῶν ἐλεφάντων, ἐπακολουθούντων δὲ τῶν ὑπασπιστῶν καὶ κλιμακοφόρων καὶ τῶν ἄλλων διʼ ὧν ἔμελλε τὴν τειχομαχίαν ποιεῖσθαι. ἐπὶ πᾶσι δὲ ἐπεβάλοντο οἱ κράτιστοι τῶν ἱππέων, οὓς διενοεῖτο ἐπιπέμπειν τοῖς περὶ τὸν Πτολεμαῖον, ἐὰν τύχωσιν ἐπιφαινόμενοι.
34.1 μεσοπορούντων δʼ αὐτῶν ἐπεφάνησαν οἱ περὶ τὸν Πτολεμαῖον δρόμῳ προσιόντες πρὸς τὴν τοῦ πολίσματος ἐπικουρίαν. φθασάντων δʼ αὐτῶν καὶ παρεισπεσόντων εἰς τὸ χωρίον καὶ διά τε τῶν σαλπίγγων καὶ βοῆς φανερὰν ποιησάντων τὴν ἑαυτῶν παρουσίαν οἱ μὲν περὶ τὸν Περδίκκαν οὐ κατεπλάγησαν, ἀλλὰ τολμηρῶς προσῆγον τοῖς τειχίσμασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme