Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

9.7 τοιαύτης οὖν γενομένης τῆς ναυμαχίας ὁ μὲν Δημήτριος ἄλλην μηχανὴν κατεσκεύασε τριπλασίαν τῷ ὕψει καὶ πλάτει τῆς πρότερον, προσάγοντος δʼ αὐτὴν πρὸς τὸν λιμένα νότος ἐκνεφίας ἐπιγενόμενος τὰ μὲν ὁρμοῦντα τῶν πλοίων συνέκλυσε, τὴν δὲ μηχανὴν κατέβαλε. καθʼ ὃν δὴ χρόνον οἱ Ῥόδιοι τῷ καιρῷ δεξιῶς χρησάμενοι πύλην ἀνοίξαντες ἐπέθεντο τοῖς τὸ χῶμα κατειληφόσι.
93.6 οἱ γὰρ ἱππεῖς οὔτʼ ἂν ἔτʼ ἀπελθεῖν οὔτε μεῖναι κατὰ τὸ στρατόπεδον τὸν Διονύσιον ὑπελάμβανον· διόπερ κεκρατηκέναι τῆς ἐπιβολῆς νομίσαντες, ἔφασαν αὐτὸν ἐκ μὲν Γέλας προσποιηθῆναι τοὺς Φοίνικας ἀποδιδράσκειν, νυνὶ δὲ ὡς ἀληθῶς ἀποδεδρακέναι τοὺς Συρακοσίους.
9.8 γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς καὶ τοῦ μὲν Δημητρίου διὰ τὸν χειμῶνα μὴ δυναμένου βοηθῆσαι, τῶν δὲ Ῥοδίων ἐκ διαδοχῆς ἀγωνιζομένων ἠναγκάσθησαν οἱ τοῦ βασιλέως ἀποθέμενοι τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς, ὄντες σχεδὸν τετρακόσιοι.
113.1 Διονύσιος δὲ διανύσας σταδίους περὶ τετρακοσίους παρῆν περὶ μέσας νύκτας πρὸς τὴν πύλην τῆς Ἀχραδινῆς μεθʼ ἱππέων ἑκατὸν καὶ πεζῶν ἑξακοσίων· ἣν καταλαβὼν κεκλεισμένην, προσέθηκεν αὐτῇ τὸν κατακεκομισμένον ἐκ τῶν ἑλῶν κάλαμον, ᾧ χρῆσθαι νομίζουσιν οἱ Συρακόσιοι πρὸς τὴν τῆς κονίας σύνδεσιν. ἐν ὅσῳ δὲ συνέβαινε τὰς πύλας κατακαίεσθαι, προσανελάμβανε τοὺς ἀφυστεροῦντας.
9.9 τούτων δὲ τῶν προτερημάτων γενομένων τοῖς Ῥοδίοις κατέπλευσαν τῇ πόλει σύμμαχοι παρὰ μὲν Κνωσσίων ἑκατὸν πεντήκοντα, παρὰ δὲ Πτολεμαίου πλείους τῶν πεντακοσίων, ὧν ἦσάν τινες Ῥόδιοι μισθοφοροῦντες παρὰ τῷ βασιλεῖ. καὶ τὰ μὲν περὶ τὴν ἐν Ῥόδῳ πολιορκίαν ἐν τούτοις ἦν.
113.2 ἐπειδὴ δὲ τὸ πῦρ κατέφθειρε τὰς πύλας, οὗτος μὲν μετὰ τῶν ἠκολουθηκότων εἰσήλαυνε διὰ τῆς Ἀχραδινῆς, τῶν δʼ ἱππέων οἱ δυνατώτατοι τὸ γεγονὸς ἀκούσαντες, τὸ μὲν πλῆθος οὐκ ἀνέμενον, εὐθὺς δʼ ἐξεβοήθουν ὄντες ὀλίγοι παντελῶς—ἦσαν δὲ περὶ τὴν ἀγοράν—καὶ κυκλωθέντες ὑπὸ τῶν μισθοφόρων ἅπαντες κατηκοντίσθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme