Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

37.1 μετὰ δὲ τὴν τούτου τελευτὴν εὐθὺς ἧκόν τινες ἀπαγγέλλοντες ὅτι παρατάξεως γενομένης περὶ Καππαδοκίαν Εὐμενὴς νενίκηκε, Κρατερὸς δὲ καὶ Νεοπτόλεμος ἡττηθέντες ἀνῄρηνται. τοῦτο δʼ εἰ δυσὶ πρότερον ἡμέραις ἐγένετο τῆς Περδίκκου τελευτῆς, οὐδεὶς ἂν ἐτόλμησε τὰς χεῖρας Περδίκκᾳ προσενεγκεῖν διὰ τὸ μέγεθος τῆς εὐημερίας.
37.2 οἱ δʼ οὖν Μακεδόνες πυθόμενοι τὰ περὶ τὸν Εὐμενῆ κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν περὶ αὐτὸν ἐπιφανῶν ἀνδρῶν πεντήκοντα, ἐν οἷς ἦν καὶ Ἀλκέτας ὁ ἀδελφὸς τοῦ Περδίκκου. ἀπέκτειναν δὲ καὶ τῶν φίλων τοῦ Περδίκκου τοὺς μάλιστα πιστοτάτους καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἀταλάντην, ἣν ἦν γεγαμηκὼς Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν παρειληφώς.
37.3 μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ Περδίκκου Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν ἔχων διέτριβε μὲν περὶ τὸ Πηλούσιον, ὡς δʼ ἐπύθετο τὴν τῆς γυναικὸς ἀναίρεσιν καὶ τοῦ Περδίκκου, τὸν στόλον ἀναλαβὼν ἐξέπλευσε καὶ κατήντησεν εἰς Τύρον.
37.4 ὁ δὲ τῆς πόλεως ταύτης φρούραρχος Ἀρχέλαος, Μακεδὼν τὸ γένος, τὸν Ἄτταλον φιλοφρόνως ὑπεδέξατο καὶ τήν τε πόλιν παρέδωκεν αὐτῷ καὶ τὰ χρήματα, δεδομένα μὲν ὑπὸ Περδίκκου φυλάττειν, τότε δὲ δικαίως ἀποδεδομένα, τὸ δὲ πλῆθος ὄντα ταλάντων ὀκτακοσίων. ὁ δʼ Ἄτταλος ἐν τῇ Τύρῳ διατρίβων ἀνελάμβανε τῶν Περδίκκου φίλων τοὺς διασωζομένους ἐκ τῆς πρὸς τῇ Μέμφει στρατοπεδείας.
38.1 Ἀντιπάτρου δʼ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον. εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός.
38.2 ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον. ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον· τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν.
38.3 μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου· καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme