Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

39.6 καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δʼ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου. Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δʼ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ ʽοὐ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦσʼ, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Ἀρριδαίῳ.
39.7 στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
40.1 Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
40.2 ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme