Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

49.4 Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν· ἡ δʼ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.
50.1 κατὰ δὲ τὴν Ἀσίαν διαβοηθείσης τῆς Ἀντιπάτρου τελευτῆς ἀρχὴ πραγμάτων καινῶν ἐγίνετο καὶ κίνησις, τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων. τούτων δὲ πρῶτος μὲν Ἀντίγονος προνενικηκὼς Εὐμενῆ περὶ Καππαδοκίαν καὶ τὰς μετʼ αὐτοῦ δυνάμεις παρειληφώς, καταπεπολεμηκὼς δʼ Ἀλκέταν καὶ Ἄτταλον περὶ τὴν Πισιδικὴν καὶ τὰς δυνάμεις τὰς μετʼ αὐτῶν ἀνειληφώς, πρὸς δὲ τούτοις ὑπʼ Ἀντιπάτρου τῆς Ἀσίας στρατηγὸς αὐτοκράτωρ ᾑρημένος, ἅμα δὲ καὶ μεγάλης δυνάμεως ἡγεμὼν ἀποδεδειγμένος πλήρης ἦν ὄγκου καὶ φρονήματος.
50.2 περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν· ὑπελάμβανε γὰρ αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι, μηδενὸς ὄντος τοῦ δυναμένου πρὸς αὐτὸν ἀντιτάξασθαι.
50.3 εἶχε γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα· χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν ᾖ χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας.
50.4 ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα. τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρʼ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme