Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

57.4 τὸ δʼ ὅλον ἀπεφαίνετο μάλιστα πάντων πρέπειν Εὐμενῆ τῆς βασιλικῆς οἰκίας κήδεσθαι καὶ φροντίζειν, ἀκολουθοῦντα τοῖς ὑπʼ αὐτοῦ προπεπολιτευμένοις πρὸς τὴν βασιλικὴν οἰκίαν. ἐὰν δὲ μείζονος δυνάμεως προσδέηται, καὶ αὐτὸς μετὰ τῶν βασιλέων ἀναζεύξειν ἐκ Μακεδονίας μετὰ πάσης τῆς βασιλικῆς δυνάμεως. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
58.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Αἴλιον καὶ Λεύκιον Παπίριον. ἐπὶ δὲ τούτων Εὐμενὴς μὲν ἄρτι τὴν ἐκ τοῦ φρουρίου πεποιημένος ἀποχώρησιν ἐκομίσατο τὰς ἐπιστολὰς τὰς ἀποσταλείσας ὑπὸ Πολυπέρχοντος, ἐν αἷς ἦν γεγραμμένον χωρὶς τῶν προειρημένων ὅτι πεντακόσια μὲν τάλαντα διδόασιν αὐτῷ δωρεὰν οἱ βασιλεῖς εἰς ἐπανόρθωσιν τῶν γεγενημένων περὶ αὐτὸν ἐλαττωμάτων καὶ διότι γράμματα ἀπέστειλαν οἱ βασιλεῖς πρὸς τοὺς ἐν τῇ Κιλικίᾳ στρατηγοὺς καὶ θησαυροφύλακας, ὅπως αὐτῷ τὰ πεντακόσια τάλαντα δῶσι καὶ τῶν ἄλλων χρημάτων ὅσα ἂν αἰτήσῃ πρός τε τὰς ξενολογίας καὶ τὰς ἄλλας τὰς κατεπειγούσας χρείας, τούς τε τῶν ἀργυρασπίδων Μακεδόνων τρισχιλίων ἀφηγουμένους, ἵνα παραδῶσιν αὑτοὺς Εὐμενεῖ καὶ τἄλλα συμπράττωσι προθύμως, ὡς ἂν ἀποδεδειγμένῳ στρατηγῷ τῆς ὅλης Ἀσίας αὐτοκράτορι.
58.2 ἧκεν δὲ καὶ παρʼ Ὀλυμπιάδος αὐτῷ γράμματα, δεομένης καὶ λιπαρούσης βοηθεῖν τοῖς βασιλεῦσι καὶ ἑαυτῇ· μόνον γὰρ ἐκεῖνον πιστότατον ἀπολελεῖφθαι τῶν φίλων καὶ δυνάμενον διορθώσασθαι τὴν ἐρημίαν τῆς βασιλικῆς οἰκίας.
58.3 ἠξίου δʼ αὐτὸν ἡ Ὀλυμπιὰς συμβουλεῦσαι πότερον αὐτῷ δοκεῖ συμφέρειν μένειν αὐτὴν ἐν Ἠπείρῳ καὶ μὴ πιστεύειν τοῖς αἰεὶ δοκοῦσι μὲν ἐπιμεληταῖς εἶναι, τῇ δὲ ἀληθείᾳ τὴν βασιλείαν εἰς ἑαυτοὺς μεθιστῶσιν, ἢ ἐπανέρχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme