Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

59.5 καὶ τοῦτʼ εὐλόγως ἔπασχον ἅπαντες οἱ τότε τὰς Εὐμενοῦς ἐπισκοπούμενοι περιπετείας. τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπʼ ἀμφότερα τὰ μέρη τῆς τύχης παλίρροιαν; ἢ τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας;
59.6 ὁ γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεῶν τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα. διόπερ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέν τι παράλογον, ἀλλʼ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον. διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο· τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορθοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δʼ ἀκληρούντων τὴν ἀτυχίαν.
60.1 ἃ καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ καθʼ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν. ὁρῶν γὰρ ἑαυτὸν μὲν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δʼ ὑποταττομένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δʼ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρίβοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων ὀρεγομένους ὑπέλαβεν ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνησιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον· μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττόνων εἶναι δοκούντων μηδὲ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι.
60.2 δοὺς δὲ αὑτῷ περὶ τούτων λόγον πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευὴν οὐκ ἔφησε λήψεσθαι· μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας.
60.3 καὶ γὰρ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλʼ ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην λειτουργίαν. καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθίας καὶ πλάνας, καὶ ταῦτα μηδεμιᾶς ὑποκειμένης ἀρχῆς ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξουσίας κεχωρισμένῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme