Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 18

63.3 ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες· ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
63.4 τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
63.5 πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.
63.6 οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν. διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπʼ Ἀντίγονον. οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.
64.1 ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
64.2 οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει· μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme