Book 18
64.3
οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας· αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.
64.4
τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα. οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.
64.5
διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα. ὁ δὲ Νικάνωρ ἀποκρίσεις ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον· ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.
65.1
κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ. ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
65.2
οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.
65.3
ἀτελέστων δʼ ἔτι τῶν ἐπαγγελιῶν οὐσῶν ᾗκεν Ἀλέξανδρος ὁ Πολυπέρχοντος υἱὸς μετὰ δυνάμεως εἰς τὴν Ἀττικήν. οἱ μὲν οὖν Ἀθηναῖοι διέλαβον αὐτὸν ἥκειν ἀποκαταστήσοντα τῷ δήμῳ τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ, τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον αὐτὸς ἰδίᾳ παραληψόμενος ἀμφότερα πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας.