Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

107.1 Ἀγαθοκλῆς δὲ τὰς τῶν Καρχηδονίων δυνάμεις ὁρῶν ὑπερεχούσας τῶν ἑαυτοῦ διέλαβε τῶν τε φρουρίων οὐκ ὀλίγα μεταθήσεσθαι πρὸς τοὺς Φοίνικας καὶ τῶν πόλεων ὅσαι προσέκοπτον αὐτῷ.
107.2 μάλιστα δʼ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις. ἐγένετο δʼ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα· τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν.
107.3 οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην.
107.4 ἀπέστειλεν οὖν κατʼ ὀλίγους τῶν στρατιωτῶν ὡς ἐπί τινας χρείας, ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν. μετʼ ὀλίγον δὲ καὶ αὐτὸς παραγενόμενος προδοσίαν ἐνεκάλεσε καὶ μετάθεσιν τοῖς Γελῴοις, εἴτε καὶ κατʼ ἀλήθειαν αὐτῶν διανοηθέντων τι πρᾶξαι τοιοῦτον, εἴτε καὶ ψευδέσι διαβολαῖς φυγάδων πεισθεὶς ἢ καὶ χρημάτων βουλόμενος εὐπορῆσαι, καὶ ἀπέσφαξε τῶν Γελῴων πλείους τῶν τετρακισχιλίων καὶ τὰς οὐσίας αὐτῶν ἀνέλαβε. προσέταξε δὲ καὶ τοῖς ἄλλοις Γελῴοις πᾶσι τά τε νομίσματα καὶ τὸν ἄσημον ἄργυρόν τε καὶ χρυσὸν ἀνενεγκεῖν, διαπειλησάμενος τιμωρήσασθαι τοὺς ἀπειθήσαντας.
107.5 ταχὺ δὲ πάντων πραξάντων τὸ προσταχθὲν διὰ τὸν φόβον χρημάτων τε πλῆθος ἤθροισε καὶ πᾶσι τοῖς ταττομένοις ὑφʼ ἑαυτὸν δεινὴν ἐνεποίησε κατάπληξιν. δόξας δʼ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος τοῖς Γελῴοις τοὺς μὲν ἀποσφαγέντας εἰς τὰς ἐκτὸς τῶν τειχῶν τάφρους συνέχωσεν, ἐν δὲ τῇ πόλει τὴν ἱκανὴν φρουρὰν ἀπολιπὼν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.
108.1 κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme