Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

24.5 κατὰ δὲ τὴν ὁδοιπορίαν δευτεραῖος θυσίαν ἐπετέλεσε τοῖς θεοῖς καὶ τὴν δύναμιν εὐωχήσας πολυτελῶς τὰ μὲν πλήθη πρὸς εὔνοιαν προεκαλέσατο, αὐτὸς δὲ κατὰ τὴν μέθην συμπεριενεχθεὶς τῶν παραληφθέντων τοῖς εἰς τὸ πίνειν ὁρμήσασιν ἐνέπεσεν εἰς ἀρρωστίαν. διόπερ ἡμέρας τινὰς ἐπέσχε τῆς πορείας, καταβαρούμενος ὑπὸ τοῦ πάθους· ἡ δὲ δύναμις ἐν ἀθυμίᾳ καθειστήκει, τῶν μὲν πολεμίων προσδοκωμένων ταχέως συνάψειν, τοῦ δʼ ἱκανωτάτου τῶν στρατηγῶν ὑπὸ τῆς νόσου πιεζουμένου.
24.6 οὐ μὴν ἀλλὰ τοῦ πάθους κριθέντος ἐπειδὴ βραχέως αὑτὸν προσανέλαβε, προῆγε μετὰ τῆς δυνάμεως ἀφηγουμένου Πευκέστου καὶ Ἀντιγένους, αὐτὸς δὲ φορίῳ κομιζόμενος ἐπηκολούθει τοῖς οὐραγοῦσιν, ὅπως μὴ διὰ τὸν θόρυβον καὶ τὴν στενοχωρίαν παρενοχλοῖτο.
25.1 ὡς δʼ ἡμέρας ὁδὸν ἀπέσχον ἀπʼ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης·
25.2 προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι. καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
25.3 συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
25.4 τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme