Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

29.2 Λυσίμαχος δὲ μετὰ στρατοπέδου διαβὰς ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν Λαμψακηνοὺς μὲν καὶ Παριανοὺς ἑκουσίως προσθεμένους ἀφῆκεν ἐλευθέρους, Σίγειον δὲ ἐκπολιορκήσας φρουρὰν παρεισήγαγε. μετὰ δὲ ταῦτα Πρεπελάῳ μὲν τῷ στρατηγῷ δοὺς πεζοὺς ἑξακισχιλίους, ἱππεῖς δὲ χιλίους ἐξέπεμψε προσαξόμενον τὰς πόλεις τάς τε κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, αὐτὸς δὲ τὸ μὲν πρῶτον ἐπεχείρησε πολιορκεῖν τὴν Ἄβυδον καὶ βέλη καὶ μηχανὰς καὶ τἄλλα παρεσκευάζετο·
9.2 οἱ δὲ Καμπανοὶ ταῖς ἐπαγγελίαις μετεωρισθέντες τὸ μὲν πρῶτον ἐπʼ Ἀγύριον παρεγενήθησαν· ἐκεῖ δὲ τὴν ἀποσκευὴν Ἄγυρι παραθέμενοι τῷ δυναστεύοντι τῆς πόλεως ἐξώρμησαν ἐπὶ Συρακούσας εὔζωνοι, τὸν ἀριθμὸν ὄντες ἱππεῖς χίλιοι διακόσιοι.
29.3 ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δʼ ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν.
9.3 ταχὺ δὲ διανύσαντες τὴν ὁδὸν ἀπροσδοκήτως ἐπεφάνησαν τοῖς Συρακοσίοις, καὶ πολλοὺς αὐτῶν ἀνελόντες εἰσεβιάσαντο πρὸς τὸν Διονύσιον. κατέπλευσαν δὲ καὶ τριακόσιοι μισθοφόροι τῷ τυράννῳ κατὰ τὸν αὐτὸν καιρόν, ὥστε αὐτὸν ἀνακῦψαι ταῖς ἐλπίσιν.
29.4 ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα. ὁ δʼ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δʼ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν. καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δʼ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν.
103.4 οἱ δὲ Συρακόσιοι πάλιν τῆς δυναστείας ἰσχυροποιουμένης ἐστασίασαν πρὸς ἀλλήλους, τῶν μὲν ἀποφαινομένων μένειν καὶ πολιορκεῖν, τῶν δὲ λύειν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐκλιπεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme