Book 19
28.4
χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος. παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα. ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
29.1
Ἀντίγονος δʼ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν. ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον.
29.2
ἔστησε δʼ ἐπὶ ταύτης τῆς φάλαγγος τούς τε ἐκ Μηδίας καὶ Παρθυαίας ἀφιπποτοξότας καὶ λογχοφόρους, ὄντας μὲν χιλίους, πεφυκότας δʼ εὖ πρὸς τὴν ἐκ μεταβολῆς κρίσιν, ἑξῆς δὲ τοὺς ἀπὸ θαλάσσης συναναβεβηκότας Ταραντίνους δισχιλίους καὶ διακοσίους, ἐπιλέκτους ἐν ἐνέδραις καὶ καλῶς διακειμένους ταῖς εὐνοίαις πρὸς αὐτόν, τοὺς δʼ ἀπὸ Φρυγίας καὶ Λυδίας χιλίους, τοὺς δὲ μετὰ Πίθωνος χιλίους πεντακοσίους καὶ τοὺς μετὰ Λυσανίου ξυστοφόρους τετρακοσίους, ἐπὶ πᾶσι δὲ τούς τε ἀμφίππους ὀνομαζομένους καὶ τοὺς ἐκ τῶν ἄνω κατοικούντων Θρᾳκῶν ὀκτακοσίους.
29.3
καὶ τὸ μὲν εὐώνυμον κέρας ὑπὸ τούτων ἐπληροῦτο τῶν ἱππέων, ὧν ἁπάντων Πίθων εἶχε τὴν ἡγεμονίαν· τῶν δὲ πεζῶν πρῶτοι μὲν ἐτάχθησαν οἱ ξένοι, πλείους ὄντες τῶν ἐννακισχιλίων, μετὰ δὲ τούτους Λύκιοι καὶ Παμφύλιοι τρισχίλιοι, παντοδαποὶ δʼ εἰς τὰ Μακεδονικὰ καθωπλισμένοι πλείους τῶν ὀκτακισχιλίων, ἐπὶ πᾶσι δὲ Μακεδόνες οὐ πολὺ ἐλάττους τῶν ὀκτακισχιλίων, οὓς ἔδωκεν Ἀντίπατρος καθʼ ὃν καιρὸν ἐπιμελητὴς ἀπεδείχθη τῆς βασιλείας.