Book 19
1.6
ἰδιώτατα δὲ πάντων Ἀγαθοκλῆς ἐτυράννησε τῶν Συρακοσίων, ἀφορμαῖς μὲν ἐλαχίσταις χρησάμενος, ἀτυχήμασι δὲ μεγίστοις περιβαλὼν οὐ τὰς Συρακούσσας μόνον, ἀλλὰ καὶ πᾶσαν Σικελίαν τε καὶ Λιβύην.
1.7
διʼ ἀπορίαν γὰρ βίου καὶ πραγμάτων ἀσθένειαν τὴν κεραμευτικὴν τέχνην μεταχειρισάμενος εἰς τοῦτο προῆλθε δυνάμεως ἅμα καὶ μιαιφονίας ὥστε καταδουλώσασθαι μὲν τὴν μεγίστην καὶ καλλίστην τῶν πασῶν νήσων, κατακτήσασθαι δὲ χρόνον τινὰ τῆς τε Λιβύης τὴν πλείστην καὶ μέρη τῆς Ἰταλίας, ὕβρεως δὲ καὶ σφαγῆς ἐμπλῆσαι τὰς κατὰ Σικελίαν πόλεις.
1.8
οὐδεὶς γὰρ τῶν πρὸ τούτου τυράννων ἐπετελέσατό τι τοιοῦτον οὔτε τοιαύτην ὠμότητα κατὰ τῶν ὑποτεταγμένων ἔσχε. τοὺς μὲν γὰρ ἰδιώτας ἐκόλαζε πᾶσαν τὴν συγγένειαν ἀποσφάττων, παρὰ δὲ τῶν πόλεων τὰς εὐθύνας ἐλάμβανεν ἡβηδὸν μιαιφονῶν καὶ διʼ ὀλίγους τῶν ἐγκαλουμένων τοὺς πολλοὺς καὶ μηδʼ ὁτιοῦν ἀδικήσαντας ἀναγκάζων τὴν αὐτὴν ἀναδέχεσθαι συμφορὰν πανδημεὶ τῶν πόλεων θάνατον κατεγίνωσκεν.
1.9
ἀλλὰ γὰρ τῆς βύβλου ταύτης σὺν τοῖς ἄλλοις περιεχούσης καὶ τὴν τυραννίδα τὴν Ἀγαθοκλέους ἀφιέμενοι τὸ περὶ αὐτῆς προλέγειν τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν, παραθέντες πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
1.10
ἐν μὲν οὖν ταῖς προειρημέναις ὀκτωκαίδεκα βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων πράξεις τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ἐφʼ ὅσον ἡμῖν δύναμις, ἄχρι πρὸς τὸν ἐνιαυτὸν τὸν πρὸ τῆς Ἀγαθοκλέους τυραννίδος, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται ὀκτακόσια ἑξήκοντα ἕξ· ἐν δὲ ταύτῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυναστείας ταύτης ποιησάμενοι καταλήξομεν εἰς τὴν ἐφʼ Ἱμέρᾳ μάχην Ἀγαθοκλεῖ πρὸς Καρχηδονίους, περιλαβόντες ἔτη ἑπτά.
2.1
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Δημογένους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Πλώτιον καὶ Μάνιον Φούλβιον, Ἀγαθοκλῆς δʼ ὁ Συρακόσιος τύραννος ἐγένετο τῆς πόλεως. ἕνεκα δὲ τοῦ σαφεστέρας γενέσθαι τὰς κατὰ μέρος πράξεις βραχέα προαναληψόμεθα περὶ τοῦ προειρημένου δυνάστου.