Book 19
42.4
ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων εἰς χιλίους πεντακοσίους.
42.5
Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
42.6
γενομένης δʼ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετʼ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετʼ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρʼ ἀμφοτέρων ἔπιπτον· ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων.
42.7
διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετʼ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν. ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.
43.1
τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν. ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνιδάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθʼ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα, τῶν δʼ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους.
43.2
Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δʼ ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον· ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι.
43.3
τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ.