Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

47.3 εὔζωνοι δʼ ὄντες καὶ πάντες ἵπποις χρώμενοι τάς τε καταδρομὰς ἀπροσδοκήτους ἐποιοῦντο καὶ τὴν χώραν ταραχῆς ἐπλήρωσαν. μετὰ δέ τινα χρόνον συγκλεισθέντες εἴς τινα τόπον κρημνοῖς περιεχόμενον οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δʼ ἐζωγρήθησαν.
47.4 τῶν δὲ ἡγεμόνων Μελέαγρος καὶ Ὀκράνης ὁ Μῆδος καί τινες τῶν ἀξιολόγων ἀνδρῶν ὑποστάντες ἀνῃρέθησαν. καὶ τὰ μὲν περὶ τοὺς ἀποστάντας ἐν Μηδίᾳ τοιαύτην ἔσχε τὴν κατάστασιν.
48.1 ὁ δʼ Ἀντίγονος ἐπειδὴ τάχιστʼ ἦλθεν εἰς τὴν Περσίδα, τιμῆς μὲν ὑπὸ τῶν ἐγχωρίων ἠξιώθη βασιλικῆς ὡς ἂν κύριος ὢν ὁμολογουμένως τῆς Ἀσίας, αὐτὸς δὲ μετὰ τῶν φίλων συνεδρεύσας ἐβουλεύετο περὶ τῶν σατραπειῶν. τὴν μὲν οὖν Καρμανίαν εἴασεν ἔχειν Τληπόλεμον καὶ τὴν Βακτριανὴν ὁμοίως Στασάνορα· οὐ γὰρ ῥᾴδιον ἦν τούτους διʼ ἐπιστολῆς ἐκβαλεῖν, εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους καὶ πολλοὺς ἔχοντας συναγωνιστάς.
48.2 εἰς δὲ τὴν Ἀρίαν ἀπέστειλεν Εὔιτον· τελευτήσαντος δὲ μετʼ ὀλίγον χρόνον ἀντικατέστησεν Εὐαγόραν, ἄνδρα καὶ κατʼ ἀνδρείαν καὶ σύνεσιν θαυμαζόμενον. Ὀξυάρτην δὲ τὸν Ῥωξάνης πατέρα τὴν ἐν Παροπανισάδαις σατραπείαν εἴασεν ἔχειν, καθὰ καὶ πρότερον εἶχεν· οὐδὲ γὰρ τοῦτον ἦν ἐκβαλεῖν δυνατὸν ἄνευ χρόνου πολλοῦ καὶ δυνάμεως ἁδρᾶς.
48.3 μετεπέμψατο δὲ καὶ Σιβύρτιον ἐξ Ἀραχωτῶν, εὖ διακείμενον τὰ πρὸς αὐτόν, καὶ τήν τε σατραπείαν ἔχειν συνεχώρησε καὶ τῶν ἀργυρασπίδων συνέστησε τοὺς ταραχωδεστάτους, τῷ μὲν λόγῳ πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας, τῷ δʼ ἔργῳ πρὸς ἀπώλειαν· κατʼ ἰδίαν γὰρ ἐνετείλατο κατʼ ὀλίγους αὐτῶν εἰς τοιαύτας χρείας ἀποστέλλειν ἐν αἷς ἔμελλον ἀπολεῖσθαι.
48.4 ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν· αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δʼ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme