Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

68.3 ἔγραψε δὲ καὶ πρὸς Δημήτριον τὸν Φαληρέα καὶ Διονύσιον τὸν φρουροῦντα τὴν Μουνυχίαν, προστάττων εἴκοσι ναῦς εἰς Λῆμνον ἐκπέμψαι. ἀποστειλάντων δʼ αὐτῶν εὐθὺς τὰ σκάφη καὶ ναύαρχον ἐπʼ αὐτῶν Ἀριστοτέλη οὗτος μὲν καταπλεύσας εἰς Λῆμνον καὶ μεταπεμψάμενος Σέλευκον μετὰ στόλου τοὺς Λημνίους ἔπειθεν ἀποστῆναι τῶν περὶ Ἀντίγονον· οὐ προσεχόντων δʼ αὐτῶν τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν περιχαρακώσας ἐπολιόρκει.
68.4 μετὰ δὲ ταῦτα Σέλευκος μὲν ἀπέπλευσεν εἰς Κῶν, Διοσκουρίδης δὲ κατασταθεὶς ναύαρχος ὑπʼ Ἀντιγόνου, πυθόμενος τὸν πλοῦν Σελεύκου, κατῆρεν εἰς Λῆμνον καὶ τὸν μὲν Ἀριστοτέλη ἐξέβαλεν ἐκ τῆς νήσου, τῶν δὲ νεῶν τὰς πλείους αὐτάνδρους εἷλε.
68.5 Κάσανδρος δὲ καὶ Πρεπέλαος ἀφηγοῦντο μὲν τῆς ὑπὸ Κασάνδρου πεμφθείσης δυνάμεως εἰς τὴν Καρίαν, πυθόμενοι δὲ Πτολεμαῖον τὸν Ἀντιγονου στρατηγὸν τὴν δύναμιν εἰς παραχειμασίαν διῃρηκέναι καὶ αὐτὸν ἀσχολεῖσθαι περὶ τὴν ταφὴν τοῦ πατρός, Εὐπόλεμον ἀπέστειλαν ἐνεδρεῦσαι τοῖς πολεμίοις περὶ Κάπριμα τῆς Καρίας· συνεξέπεμψαν δʼ αὐτῷ πεζοὺς μὲν ὀκτακισχιλίους,
68.6 ἱππεῖς δὲ διακοσίους. καθʼ ὃν δὴ χρόνον Πτολεμαῖος παρά τινων αὐτομόλων ἀκούσας τὴν προαίρεσιν τῶν πολεμίων ἤθροισε μὲν τῶν πλησίον χειμαζόντων στρατιωτῶν πεζοὺς μὲν ὀκτακισχιλίους τριακοσίους,
68.7 ἱππεῖς δʼ ἑξακοσίους. ἀνελπίστως δὲ περὶ μέσας νύκτας ἐπιβαλὼν τῷ χάρακι τῶν ἐναντίων καὶ καταλαβὼν ἀφυλάκτους καὶ κοιμωμένους αὐτόν τε τὸν Εὐπόλεμον ἐζώγρησε καὶ τοὺς στρατιώτας συνηνάγκασε παραδοῦναι σφᾶς αὐτούς. τὰ μὲν οὖν συμβάντα περὶ τοὺς ἀποσταλέντας ὑπὸ Κασάνδρου στρατηγοὺς εἰς τὴν Ἀσίαν τοιαῦτʼ ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme