Book 19
71.4
ἐπεὶ δὲ τῶν προσόδων τὸ πλεῖον μέρος ἀνήλωσεν τὰ μὲν πολιτευόμενος, τὰ δὲ διανοσφιζόμενος τέλος Σωσίστρατον, ἐπιφανέστατον τῶν φυγάδων, πολλάκις δυνάμεων ἀφηγησάμενον, ἐπὶ τὸ δεῖπνον παραλαβὼν ἐδολοφόνησεν, ἐγκαλέσαι μὲν ἁπλῶς οὐδʼ ὁτιοῦν ἔχων, ἐκ ποδῶν δὲ ποιήσασθαι σπεύδων δραστικὸν ἄνδρα καὶ δυνάμενον ἐφεδρεῦσαι τοῖς κακῶς προϊσταμένοις τῆς ἡγεμονίας.
71.5
διαβοηθείσης δὲ τῆς πράξεως εὐθὺς οἵ τε φυγάδες συνέτρεχον ἐπʼ αὐτὸν καὶ πάντες οἱ λοιποὶ διετέθησαν ἀλλοτρίως καὶ τὸ μὲν πρῶτον ἀπέστησαν αὐτὸν τῆς στρατηγίας, μετʼ ὀλίγον δὲ καὶ βάλλειν τοῖς λίθοις ἐπεχείρησαν· διόπερ φοβηθεὶς τὴν τοῦ πλήθους ὁρμὴν νυκτὸς ἔφυγε καὶ λαθὼν διῆρεν εἰς τὴν Λακωνικήν.
71.6
τούτου δʼ ἀπαλλαγέντος Ταραντῖνοι μὲν ἀπεσταλκότες εἰς Σικελίαν τὸν στόλον μετεπέμψαντο, Ἀκραγαντῖνοι δὲ καὶ Γελῷοι καὶ Μεσσήνιοι κατέλυσαν τὸν πρὸς Ἀγαθοκλέα πόλεμον, μεσιτεύσαντος τὰς συνθήκας Ἀμίλκου τοῦ Καρχηδονίου.
71.7
ἦσαν δὲ τὰ κεφάλαια τῶν συντεθέντων τοιάδε, τῶν Ἑλληνίδων πόλεων τῶν κατὰ Σικελίαν Ἡράκλειαν μὲν καὶ Σελινοῦντα καὶ πρὸς ταύταις Ἱμέραν ὑπὸ Καρχηδονίοις τετάχθαι, καθὰ καὶ προϋπῆρχον, τὰς δʼ ἄλλας πάσας αὐτονόμους εἶναι, τὴν ἡγεμονίαν ἐχόντων Συρακοσίων.
72.1
μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία. ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν· καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο.
72.2
χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα. ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν.