Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 19

85.3 κατὰ δὲ τὴν παράταξιν ἔπεσον μὲν πλείους τῶν πεντακοσίων, ὧν ἦσαν οἱ πλείους ἱππεῖς τῶν ἐπιφανῶν ἀνδρῶν, ἑάλωσαν δʼ ὑπὲρ ὀκτακισχιλίους. οἱ δὲ περὶ Πτολεμαῖον καὶ Σέλευκον δόντες τὴν ἀναίρεσιν τῶν νεκρῶν τήν τε ἁλοῦσαν βασιλικὴν ἀποσκευὴν καὶ τῶν αἰχμαλώτων τοὺς περὶ τὴν αὐλὴν εἰωθότας διατρίβειν χωρὶς λύτρων ἀπέστειλαν πρὸς Δημήτριον· οὐ γὰρ περὶ τούτων ἔφασαν διαφέρεσθαι πρὸς Ἀντίγονον, ἀλλʼ ὅτι τοῦ πολέμου γενομένου κοινοῦ πρότερον μὲν πρὸς Περδίκκαν, ὕστερον δὲ πρὸς Εὐμενῆ τὰ μέρη τῆς δορικτήτου χώρας οὐκ ἀποδοίη τοῖς φίλοις καὶ συνθέμενος φιλίαν πρὸς αὐτὸν τοὐναντίον ἀφέλοιτο τὴν σατραπείαν τῆς Βαβυλωνίας Σελεύκου παρὰ πάντα τὰ δίκαια.
85.4 ὁ δὲ Πτολεμαῖος τοὺς μὲν ἁλόντας στρατιώτας ἀποστείλας εἰς Αἴγυπτον προσέταξεν ἐπὶ τὰς νομαρχίας διελεῖν, αὐτὸς δὲ θάψας τῶν ἰδίων τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας ἅπαντας μεγαλοπρεπῶς μετὰ τῆς δυνάμεως ἐπῄει τῶν κατὰ Φοινίκην πόλεων τὰς μὲν πολιορκῶν,
85.5 τὰς δὲ πειθοῖ προσαγόμενος. Δημήτριος δὲ δύναμιν οὐκ ἔχων ἀξιόχρεων πρὸς μὲν τὸν πατέρα βυβλιαφόρον ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τὴν ταχίστην· αὐτὸς δὲ παρελθὼν εἰς Τρίπολιν τῆς Φοινίκης μετεπέμπετό τε τοὺς ἐκ Κιλικίας στρατιώτας καὶ τῶν ἄλλων ὅσοι παρεφύλαττον ἢ πόλεις ἢ φρούρια μακρὰν ἀφεστῶτα τῶν πολεμίων.
86.1 Πτολεμαῖος δὲ κρατῶν τῶν ὑπαίθρων Σιδῶνα μὲν προσηγάγετο, τῆς δὲ Τύρου πλησίον στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρείας τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι.
86.2 ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου πίστιν, ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι· οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme