Book 2
39.2
ἡ τετάρτη τοίνυν πλευρὰ πᾶσα σχεδὸν ἀλιμένῳ θαλάττῃ προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, ὃ τὸν μὲν παράπλουν ἔχει μακρότατον, τὴν δʼ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον· ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόπης τῆς ἐν τῇ Κοίλῃ Συρίᾳ, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων, οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου.
35.4
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.
33.4
τούτων δὲ πραχθέντων συνέβη τὴν δύναμιν τῶν Ἑλλήνων σχισθῆναι,καὶ τοὺς μὲν Λακεδαιμονίους εἰς τὴν Λακωνικὴν ἀποπλεῦσαι, τοὺς δὲ Ἀθηναίους μετὰ τῶν Ἰώνων καὶ τῶν νησιωτῶν ἐπὶ Σηστὸν ἀπᾶραι.
39.3
χωρὶς δὲ τούτων ταινία παρʼ ὅλην σχεδὸν τὴν Αἴγυπτον παρήκει τοῖς ἀπείροις τῶν προσπλεόντων ἀθεώρητος·
28.5
Εὐμενὴς δʼ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δι’ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει. ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων ὁ μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν.
33.5
Ξάνθιππος δὲ ὁ στρατηγὸς εὐθὺς ἐκ κατάπλου προσβολὰς τῇ πόλει ποιησάμενος εἷλε Σηστόν, καὶ φρουρὰν ἐγκαταστήσας τοὺς μὲν συμμάχους ἀπέλυσεν, αὐτὸς δὲ μετὰ τῶν πολιτῶν ἀνέκαμψεν εἰς τὰς Ἀθήνας.
35.4
διόπερ οἱ τὸν ἐκ πελάγους κίνδυνον ἐκπεφευγέναι νομίζοντες, καὶ διὰ τὴν ἄγνοιαν ἄσμενοι πρὸς τὴν γῆν καταπλέοντες, ἐξαίφνης ἐποκελλόντων τῶν σκαφῶν ἀνελπίστως ναυαγοῦσιν·
28.6
τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος. καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,