Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

12.3 τόπους. ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δʼ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται· ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετʼ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται. περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.
13.1 ἡ δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ Μηδίας μετὰ πολλῆς δυνάμεως· καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον, ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίῳ δὲ κείμενος εἶχε πηγὴν μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον.
13.2 τὸ δὲ Βαγίστανον ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας ἔχει πέτρας εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους. οὗ τὸ κατώτατον μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῇ παραστήσασα ἑκατόν. ἐπέγραψε δὲ καὶ Συρίοις γράμμασιν εἰς τὴν πέτραν ὅτι Σεμίραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα τὸν προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη.
13.3 ἐντεῦθεν δʼ ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύονα πόλιν τῆς Μηδίας κατενόησεν ἔν τινι μετεώρῳ πεδίῳ πέτραν τῷ τε ὕψει καὶ τῷ μεγέθει καταπληκτικήν. ἐνταῦθʼ οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατεσκεύασεν, ἐν μέσῳ τὴν πέτραν ἀπολαβοῦσα, καθʼ ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῷ πεδίῳ.
13.4 ἐν τούτῳ δὲ τῷ τόπῳ συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομίμως οὐκ ἠθέλησεν, εὐλαβουμένη μήποτε στερηθῇ τῆς ἀρχῆς, ἐπιλεγομένη δὲ τῶν στρατιωτῶν τοὺς εὐπρεπείᾳ διαφέροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῇ πλησιάσαντας ἠφάνιζε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme